Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.90 Joseph. AJ 18.94 (English) >>Joseph. AJ 18.98

18.92καὶ οἵ τε υἱεῖς αὐτοῦ ταῦτα πράσσειν ἐπετήδευσαν καὶ τέκνα ἐκείνων. Ἡρώδης δὲ βασιλεύσας τήν τε βᾶριν ταύτην ἐν ἐπιτηδείῳ κειμένην κατασκευάσας πολυτελῶς Ἀντωνίαν καλεῖ ὀνόματι Ἀντωνίου φίλος ὤν, καὶ τὴν στολὴν ὥσπερ καὶ λαμβάνει τῇδε κειμένην κατεῖχεν, πιστεύων οὐδὲν νεωτεριεῖν ἐπʼ αὐτῷ τὸν λαὸν διὰ τάδε. 18.93ἔπρασσε δὲ ὅμοια τῷ Ἡρώδῃ καὶ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος υἱὸς ὤν, οὗ Ῥωμαῖοι παραδεξάμενοι τὴν ἀρχὴν ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθοις οἰκοδομηθέντι ὑπὸ σφραγῖδι τῶν τε ἱερέων καὶ τῶν γαζοφυλάκων τοῦ φρουράρχου τὸ ἐφʼ ἡμέραν ἑκάστην λύχνον ἅπτοντος. 18.94ἑπτὰ δʼ ἡμέραις πρὸ τῆς ἑορτῆς ἀπεδίδοτο αὐτοῖς ὑπὸ τοῦ φρουράρχου, καὶ ἁγνισθείσῃ χρησάμενος ἀρχιερεὺς μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν ἀπετίθετο αὖθις εἰς τὸν οἶκον, ᾗπερ ἔκειτο καὶ πρότερον. τοῦτο ἐπράττετο τρισὶν ἑορταῖς ἑκάστου ἔτους καὶ τὴν νηστείαν. 18.95Οὐιτέλλιος δὲ ἐπὶ τῷ ἡμετέρῳ πατρίῳ ποιεῖται τὴν στολήν, τε κείσοιτο μὴ πολυπραγμονεῖν ἐπισκήψας τῷ φρουράρχῳ καὶ ὁπότε δέοι χρῆσθαι. καὶ ταῦτα πράξας ἐπὶ εὐεργεσίᾳ τοῦ ἔθνους καὶ τὸν ἀρχιερέα Ἰώσηπον τὸν Καϊάφαν ἐπικαλούμενον ἀπαλλάξας τῆς ἱερωσύνης Ἰωνάθην καθίστησιν Ἀνάνου τοῦ ἀρχιερέως υἱόν. ἐπʼ Ἀντιοχείας δʼ αὖθις ἐποιεῖτο τὴν ὁδόν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.90 Joseph. AJ 18.94 (English) >>Joseph. AJ 18.98

Powered by PhiloLogic